Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.78.5 Hdt. 4.79.5 (English) >>Hdt. 4.80.5

4.79.3 Σκύθαι δὲ τοῦ βακχεύειν πέρι Ἕλλησι ὀνειδίζουσι· οὐ γὰρ φασὶ οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους. 4.79.4 ἐπείτε δὲ ἐτελέσθη τῷ Βακχείῳ Σκύλης, διεπρήστευσε τῶν τις Βορυσθενειτέων πρὸς τοὺς Σκύθας λέγων· “ἡμῖν γὰρ καταγελᾶτε, Σκύθαι, ὅτι βακχεύομεν καὶ ἡμέας θεὸς λαμβάνει· νῦν οὗτος δαίμων καὶ τὸν ὑμέτερον βασιλέα λελάβηκε, καὶ βακχεύει τε καὶ ὑπὸ τοῦ θεοῦ μαίνεται. εἰ δέ μοι ἀπιστέετε, ἕπεσθε, καὶ ὑμῖν ἐγὼ δέξω.” 4.79.5 εἵποντο τῶν Σκυθέων οἱ προεστεῶτες, καὶ αὐτοὺς ἀναγαγὼν Βορυσθενεΐτης λάθρῃ ἐπὶ πύργον κατεῖσε. ἐπείτε δὲ παρήιε σὺν τῷ θιάσῳ Σκύλης καὶ εἶδόν μιν βακχεύοντα οἱ Σκύθαι, κάρτα συμφορὴν μεγάλην ἐποιήσαντο, ἐξελθόντες δὲ ἐσήμαινον πάσῃ τῇ στρατιῇ τὰ ἴδοιεν.

ch. 80 4.80.1 ὡς δὲ μετὰ ταῦτα ἐξήλαυνε Σκύλης ἐς ἤθεα τὰ ἑωυτοῦ, οἱ Σκύθαι προστησάμενοι τὸν ἀδελφεὸν αὐτοῦ Ὀκταμασάδην, γεγονότα ἐκ τῆς Τήρεω θυγατρός, ἐπανιστέατο τῷ Σκύλῃ. 4.80.2 δὲ μαθὼν τὸ γινόμενον ἐπʼ ἑωυτῷ καὶ τὴν αἰτίην διʼ ἣν ἐποιέετο, καταφεύγει ἐς τὴν Θρηίκην. πυθόμενος δὲ Ὀκταμασάδης ταῦτα ἐστρατεύετο ἐπὶ τὴν Θρηίκην. ἐπείτε δὲ ἐπὶ τῷ Ἴστρῳ ἐγένετο, ἠντίασάν μιν οἱ Θρήικες, μελλόντων δὲ αὐτῶν συνάψειν ἔπεμψε Σιτάλκης παρὰ τὸν Ὀκταμασάδην λέγων τοιάδε·



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.78.5 Hdt. 4.79.5 (English) >>Hdt. 4.80.5

Powered by PhiloLogic